TLG 4238 001 :: ATHANASIUS :: Prolegomena in Hermogenis librum περὶ στάσεων (epitome) ATHANASIUS Soph. Prolegomena in Hermogenis librum περὶ στάσεων (epitome) Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 171–183. Citation: Volume — page — (line) | ||
14.171(1t) | ΕΚ ΤΩΝ ΑΘΑΝΑΣΙΟΥ | |
2t | ΤΟΥ ΣΟΦΙΣΤΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
---|---|---|
3t | Α ΖΩΣΙΜΟΣ Ο ΘΕΩΝΟΣ ΔΙΩΡΘΩΣΑΤΟ | |
4t | ΜΑΘΗΤΗΣ ΤΑ ΧΡΗΣΙΜΩΤΑΤΑ | |
5 | Ὅτι οἱ τὰ προγυμνάσματα γράψαντες τοῦ χρειώδους ἕνεκεν τὴν ὀφειλομένην τάξιν μετεκίνησαν. χρεὼν γὰρ τὸ ἐγκώμιον πρὸ πάντων τάξαι καὶ διδάξαι ὡς ὅλον, ὕστερον δὲ περὶ τῶν αὐτοῦ μερῶν διαλαβεῖν, οἳ δὲ τὰ μέρη τούτου τῆς τοῦ ὅλου γνώσεως προὔταξαν· πρότε‐ | |
10 | ρον γὰρ διδάσκουσι, τί χρεία, τί γνώμη, τί τε ἀνα‐ σκευὴ καὶ κοινοὶ τόποι, ἃ πάντα διὰ τῶν ἐγκωμιαστι‐ κῶν τόπων δηλονότι περαίνονται ἐπαινούντων ἡμῶν ἢ ψεγόντων τὰ ὑποκείμενα, εἶτα τελευταῖον περὶ ἐγκω‐ μίου διαλαμβάνουσι. τοῦτο δὲ ποιοῦσιν, ἐπεὶ οὐκ ἦν | |
15 | εἰκὸς τοὺς εἰσαγομένους πρὸ τῶν ἁπλουστέρων δεξιοῦ‐ σθαι τοῖς ποικιλωτέροις· ὅθεν ἀπὸ τῶν εὐχερεστέρων ἐποιήσαντο τὴν ἀρχήν, τὴν φυσικὴν τάξιν ἑκόντες ἀγνοή‐ σαντες. Ὅτι τοῦ λέγειν ἡ φύσις αἰτία, τοῦ δὲ εὖ λέγειν ἡ ῥη‐ | |
20 | τορική, ἣν ἐξεῦρε Κόραξ ὁ Συρακούσιος· ἣν καὶ ὡρί‐ σαντο δύναμιν πειθοῦς. πρὸς ὅ τις 〈ἂν〉 ἀντιπέσοι καὶ | |
εἴποι κατὰ τοῦτο μὴ ἔχειν τέλος τὴν ῥητορικήν· ἐν γὰρ | 171 | |
14.172 | τοῖς ἀκροωμένοις ἐστὶν ἡ πειθὼ καὶ οὐ μόνον ἐν τοῖς λέγουσιν, ὡς καὶ Δημοσθένης δι’ ἀπορρήτων ἐν τῷ Παραπρεσβείας 〈τὴν〉 ῥητορικὴν ὁριζόμενός φησιν «αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις, ἡ | |
5 | δὲ τοῦ λέγειν, ἐὰν τὰ παρ’ ὑμῶν ἀντιστῇ, διακόπτεται». Καὶ ὅτι οὐχ ὅτε μόνον πείθει ῥήτωρ, ἀλλὰ καὶ ὅτε οὐ πείθει· οὐδὲ γὰρ οὐδὲ ἰατρός, ὅτε οὐχ ὑγιάζει, οὐκ ἰατρός. Ὅτι ὁ Ἀριστοτέλους ὅρος καλῶς ἔχει, ὃς καὶ φιλο‐ νεικίας καὶ φιλοτιμίας ἐκτὸς ὑπάρχει· ὅς ἐστι καὶ οὗτος | |
10 | ‘δύναμις τεχνικὴ τοῦ περὶ ἕκαστον ἐνδεχομένου πι‐ θανοῦ‘. ‘δύναμισ‘ πρόσκειται διὰ τὸ δύνασθαι πρὸς ἄμφω τοὺς ἐναντίους λόγους ποιεῖν τοὺς ἔχοντας, ‘τεχνική‘ δὲ διὰ τὸ χρήσιμον· φαίη γὰρ ἄν τις καὶ τοὺς τὰς ψευδο‐ τεχνίας καὶ κακοτεχνίας εἰδότας δυνατοὺς εἶναι περὶ τὰ | |
15 | ὑποκείμενα, οἷον μαγείρους, κομμωτάς, καπήλους, μα‐ στροποὺς καὶ ὅσοι ὅμοιοι· καλῶς οὖν διὰ ταῦτα τὸ ‘τεχνική‘ ὡς ἑπομένου τῇ τέχνῃ τοῦ χρησίμου. τῷ δὲ ‘τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ‘ ἀφωρίζετο αὐτὴν γραμματικῆς 〈καὶ〉 ἰατρικῆς· ἣ μὲν γὰρ περὶ τόνους | |
20 | καὶ χρόνους [γράφειν] ἔχει τὴν δύναμιν καὶ εἴ τι 〈ἐν〉 γράμμασιν ἕτερον, ἣ δὲ περὶ φάρμακα καὶ τὴν φύσιν, ἃ οὐ 〈ῥητορικῆσ〉. εἰ δέ τις εἴποι, ὅτι τούτῳ τῷ λόγῳ καὶ | |
ἰδιώτης ῥήτωρ—ἔσθ’ ὅτε γὰρ πείθει—, ἐροῦμεν ὡς, | 172 | |
14.173 | εἰ καὶ ὁ ἰδιώτης πείθει, ἀλλ’ οὐ τέχνῃ ἀλλὰ τύχῃ, τέχνῃ δὲ ὁ ῥήτωρ· ὥσπερ καὶ ὁ ἰδιώτης ἰατρεύσοι ἄν, ἀλλ’ οὐ τέχνῃ, τύχῃ δέ, τέχνῃ δὲ ὁ ἰατρὸς καὶ ἐπιστήμῃ, ἐπεὶ καὶ τὴν αἰτίαν ἐπίσταται. καὶ ἄλλως μὲν προοιμιάζεται, | |
5 | καὶ οἶδεν, ὡς τῆς ὑποθέσεως τέσσαρα μέρη, ἄλλως δὲ διηγεῖται καὶ ἀγωνίζεται ἑτέρως καὶ ἐπιλογίζεται. ῥή‐ τορος δὲ τὸ πάντα μὲν ποιῆσαι πειστικῶς, οὐ μέντοι καὶ πεῖσαι· ἡ γὰρ πειθώ, ὡς φθάνομεν εἰπόντες, ἐν τοῖς ἀκροαταῖς. ἀμέλει καὶ Ὑπερίδης οὐκ ἔπεισεν ὑπὲρ Φρύ‐ | |
10 | νης, ἕως αὐτὴ τῶν ἐλεεινῶν μαστῶν μέρη παραδείξασα ἔπεισε. Ζητεῖ δὲ ὁ ῥήτωρ οὐ τὰ καθόλου ἀλλὰ τὰ μερικὰ ὡς ἐπὶ τὸ πολύ, οἷον οὐ περὶ προδοσίας ἁπλῶς ἀλλὰ τῆς Αἰσχίνου ἢ Τιμολάου, οὐδὲ περὶ προαγωγίας κοινῶς | |
15 | ἀλλὰ τῆς Φρύνωνος, οὐδ’ εἰ πλευστέον ὡς ἔτυχεν ἀλλ’ ἐπὶ Σικελίαν Ἀθηναίοις. ὅθεν καὶ τούτοις αὖ πάλιν Ἀριστοτέλης θαυμάσιος 〈, ὃσ〉 ἀντίστροφον μὲν αὐτήν φησι τῇ διαλεκτικῇ, εἶναι δὲ ἑκατέρᾳ ταύτην πρὸς τὴν ἑτέραν διαφοράν, ὅτι ἡ μὲν διαλεκτικὴ περὶ πάντων ὁ‐ | |
20 | μοίως θείων καὶ ἀνθρωπίνων πραγμάτων ζητεῖ τὸ ἔν‐ δοξον καὶ διὰ τῶν καθόλου προϊοῦσα, ῥητορικὴ δὲ περὶ μόνων πολιτικῶν ζητημάτων τὸ ἔνδοξον καὶ διὰ τῶν ἐπὶ μέρους ὡς ἐπίπαν. Ὅτι δύο φιλοσοφιῶν λογικῶν οὐσῶν, ἀποδεικτικῆς | |
25 | φημι καὶ διαλεκτικῆς, ὧν ἣ μὲν τὸ ἀληθὲς ζητεῖ καὶ τίς | 173 |
14.174 | ὁ ἀληθεύων συλλογισμός, ἡ δὲ διαλεκτικὴ 〈τοῦ〉 ἀλη‐ θοῦς μὲν οὐ φροντίζει, τῆς νίκης δὲ μόνης καὶ τοῦ λό‐ γοις ἑλεῖν τὸν ἀντιλέγοντα, δύο εἰσὶ καὶ ῥητορικαὶ τού‐ των ἀντίστροφοι, συγγένειαν καὶ διαφορὰν ἔχουσαι πρὸς | |
5 | αὐτάς· ὧν ἣ μὲν τὸ ἀληθὲς ζητεῖ ὡς καὶ φιλοσοφία ἀπο‐ δεικτική, καὶ εἰ συμβαίνει ἡττᾶσθαι, ἣν καὶ ἐν Φαίδρῳ Πλάτων θαυμάζει· ἣ δὲ νίκης φροντίζουσα, εἰ καὶ μὴ δικαίας, ὥσπερ ἡ διαλεκτική· καθὰ καὶ ἀντιστρόφους φάσκων τις ῥητορικὴν καὶ φιλοσοφίαν οὐκ ἂν ἁμάρτοι. | |
10 | διαφέρει δὲ ἀμφοῖν ἄμφω τῷ καθόλου καὶ μερικῷ τῶν ἐπιχειρημάτων. —Ὅτι ὥσπερ φιλοσοφίας ἔστι τρίτον εἶδος, ὃ καὶ καλοῦσι πειραστικόν, οὕτως καὶ ῥητορικῆς, ὃ καὶ κολακικὸν Πλάτων φησὶ καὶ πολιτικῆς μορίου εἴδωλον· ἃ ὡς γελοῖα πάντῃ ἀποπεμπόμεθα καὶ κατε‐ | |
15 | γνωσμένα. ἔστι δὲ τοῦτο τὸ τῆς ῥητορικῆς εἶδος ἐν τοῖς ἀποσχεδίοις καὶ ἰαμβοκρότοις καὶ κομματίοις καὶ ὅσαι κακίαι φράσεως. ὅθεν καὶ Ἀριστείδης δεινῶς ἐν τῇ κοινῇ ἀπολογίᾳ φησὶν «ἐγὼ δὲ εἰ μέν ἐστιν ἡ ῥητορικὴ διπλοῦν ἢ μή, τότε δεῖν οἰηθείην ζητεῖν, ὅταν καὶ τὴν | |
20 | διαλεκτικὴν εἰ διπλοῦν ἐστι σκοπῶμεν καὶ τὴν ἰατρι‐ κὴν καὶ τὴν κυβερνητικήν, διὰ τοὺς ἐν ἑκάστῃ τῶν τε‐ χνῶν τοῦ δέοντος ἁμαρτάνοντας.» —Ὅτι κολακικὴν οὐ | |
χρὴ καλεῖν 〈τὴν〉 ῥητορικὴν οὐδὲ κόλακας τοὺς ῥήτορας· | 174 | |
14.175 | κόλακας μὲν γὰρ τινὰς τῶν ῥητόρων γενέσθαι κἂν αὐτοὶ ὁμολογήσωμεν, πρὸς φιλονεικίαν τινὰς ῥέψαντας, χαρα‐ κτηρίζειν δὲ τὰς τέχνας ἀπὸ τοῦ κρείττονος δεῖ, οὐχὶ δὲ τὰ ἀπὸ τῶν μετιόντων ἐγκλήματα ταύταις προσ‐ | |
5 | άπτειν. οὐ γάρ, εἴ τις ἰατρός, δηλητήριον δοὺς καὶ ἀπο‐ κτείνας θεραπεύειν ἐπαγγειλάμενος, κατὰ τῆς τέχνης ἐνέγκοι τὴν ψῆφον, οὐ κυβερνήτης καταδύσας τὴν ναῦν, οὐ φιλόσοφος ἀτοπωτάτων δογμάτων ἡγεμὼν γεγονώς· ἀμέλει Ἐπίκουρος καὶ Διαγόρας, ὃ μὲν τῶν ὑπὸ σελή‐ | |
10 | νην λέγων τὸν θεὸν μὴ φροντίζειν, ὁ Διαγόρας δὲ ὁ Μή‐ λιος ἀμφισβητῶν, εἰ ὅλως ἔστι θεός, οὐδένα μῶμον προσ‐ έτριψαν φιλοσοφίᾳ, ἀλλὰ σοφίας ἀνάξιοι ἐκρίθησαν. εἰ οὖν ταῦτα, οὐδὲν τὸ κωλῦσον καὶ ἡμᾶς τῇ αὐτῇ χρησα‐ μένους δικαιολογίᾳ τε καὶ ἀποδείξει τοὺς κόλακας | |
15 | ἐκβάλλειν ῥητορικῆς. Ὅτι ἔργα ῥήτορος τὸ νοῆσαι, τὸ εὑρεῖν, τὸ διαθέσθαι τὰ εὑρημένα, τὸ ὑποκρίνασθαι. Ἔστι δὲ τῆς μὲν νοή‐ σεως τὸ νοῆσαι, εἰ πολιτικὸν τὸ ζήτημα ἢ μή, καὶ εἰ συνέστηκεν ἢ μή, καὶ ποίου τῆς ῥητορικῆς εἴδους ἢ | |
20 | χαρακτῆροσ〈, καὶ τὴν στάσιν, ὑφ’ ἣν ἀνάγεται τὸ πρό‐ βλημα〉. —Τῆς δὲ εὑρέσεως τὸ εὑρεῖν τὰ εἰς τὰ κεφά‐ | |
λαια ἐπιχειρήματα πρὸς τῇ τῶν κεφαλαίων εὑρέσει, ἔτι | 175 | |
14.176 | καὶ τοὺς ἐμπίπτοντας τόπους τά τε προοίμια καὶ τὰ νοή‐ ματα· ἡ γὰρ διήγησις οὐ τῆς εὑρέσεώς ἐστιν· οὐ γὰρ εὑρίσκει ὁ ῥήτωρ διήγησιν, ἀλλ’ ἐκ τῆς ὑποθέσεως λαμβάνει κἀκεῖ ποιεῖ τὰ νοήματα. —Διαθέσεως δὲ τὸ | |
5 | διαθέσθαι τὴν τάξιν καὶ τὴν οἰκονομίαν. διαφέρει δὲ τάξις οἰκονομίας, ὅτι ἡ μὲν τάξις τῆς ἀκολουθίας ἐστὶ τῶν κεφαλαίων καὶ τοῦ εἰδέναι κατὰ τάξιν χρήσασθαι αὐτοῖς, ποίῳ τινὶ πρώτῳ ἢ ποίῳ δευτέρῳ, ἡ δὲ οἰκονομία ἐστὶ τοῦ συμφέροντος· πολλάκις γὰρ διὰ τὸ συμφέρον | |
10 | ἀναστρέφομεν τὴν τάξιν καὶ χρώμεθα τῷ πρώτῳ, εἰ συμφέρει, δευτέρῳ, ἔσθ’ ὅτε δὲ καὶ παραλείπομέν τινα τῶν κεφαλαίων. —Ἡ δὲ ὑπόκρισίς ἐστιν, ἵνα ‘καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ‘ ὡς ἂν τρα‐ γῳδὸς ἄριστος καλῶς τοῖς λεγομένοις συσχηματίζηται· | |
15 | λέγουσι δὲ σχηματίζεσθαι, ὅσον προσήκει ῥήτορι, καὶ μὴ διὰ τοῦ περιττοῦ πρὸς ἄλλο τι σχῆμα ἐκπεσεῖν. λέγουσι δὲ τούτου, τῆς ὑποκρίσεώς φημι, πρῶτον Ἀνδρό‐ νικον εἰσηγητὴν γενέσθαι τὸν ὑποκριτήν, τοῦ Δημοσθέ‐ νους περὶ τὴν τῶν λόγων ἐπίδειξιν ἀποτυγχάνοντος. καὶ | |
20 | ὅτι μέγιστον τὸ ὑποκρίνεσθαι καὶ ῥητορικὸν ὄφελος, μάρτυς αὐτὸς Δημοσθένης· ἐρωτηθεὶς γοῦν ποτε, τί ἂν εἴη ῥητορική, ‘ὑπόκρισισ‘ ἔφη· ἣν δὴ καὶ τελεώτερον | |
Πῶλος ὁ ὑποκριτὴς λέγεται αὐτὸν ἐκδιδάξαι. τινὲς δέ | 176 | |
14.177 | φασιν ἀπὸ ὀργῆς Δημοσθένην τοῦτο εἰπεῖν, φημὶ δὴ τὸ ‘ῥητορική ἐστιν ὑπόκρισισ‘, διὰ τὸ ποτὲ κακῶς ὑπο‐ κρινάμενον μὴ πεῖσαι δυνηθῆναι· πλὴν καὶ Θεόφραστος ὁ φιλόσοφος ὁμοίως φησὶ μέγιστον εἶναι ῥήτορι πρὸς τὸ | |
5 | πεῖσαι τὴν ὑπόκρισιν, εἰς τὰς ἀρχὰς ἀναφέρων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὴν κατανόησιν τούτων, ὡς καὶ τῇ ὅλῃ ἐπιστήμῃ σύμφωνον εἶναι τὴν κίνησιν τοῦ σώματος καὶ τὸν τόνον τῆς φωνῆς. Ὅτι στοιχεῖα νοήσεως ταῦτα· πρῶτον μὲν καὶ ἁπλοῦν | |
10 | νόημα, εἰ δεῖ βοηθῆσαι Ὀλυνθίοις, εἶτα τοὺς εἰς αὐτὸ λόγους εὑρεῖν, οἷον ἐν τῇ τῶν ἐπιχειρημάτων εὐπορίᾳ, ἃ εἰς κατασκευὴν τοῦ νοήματος λαμβάνουσι· τούτων τὰ μέν ἐστι παραδειγματικά, τὰ δὲ ἐνθυμηματικά. Καὶ δεῖ μὴ μόνον εὑρεῖν, ἀλλὰ καὶ καλῶς ἑρμηνεῦσαι. ἑρμηνείας | |
15 | δὲ ἀρεταὶ δʹ· ἑλληνισμός, σαφήνεια, συντομία, πιθανό‐ της. τὴν δὲ συντομίαν πρὸς τὴν ἀξίαν τῆς χρείας δοκι‐ μάζεσθαι δεῖ· οὐδὲ γὰρ φλυαρεῖν τὸν Δημοσθένην ἐροῦ‐ μεν ἐν τῷ Περὶ τοῦ στεφάνου τοσαῦτα τιθέντα οὐδὲ τῆς κατὰ τὴν συντομίαν ἀρετῆς ἐκπεσεῖν· μακρὸν γὰρ οὐχ | |
20 | ἁπλῶς τὸ μακρόν, ἀλλ’ ὅσον ἔξω τῆς χρείας, καὶ σύντο‐ μον οὐχ, ὅπερ τῇ βραχύτητι τῶν στοιχείων ἀδικήσει τὰ πράγματα, ἀλλ’ ὅπερ τῶν ὑποκειμένων πραγμάτων τῇ χρείᾳ τὸ μέτρον ἐκτείνει. δεῖ δὲ προσθεῖναι καὶ τὸ κυ‐ ρίως κεχρῆσθαι ταῖς λέξεσιν. ἄμεινον δὲ ἀντὶ τῆς συντο‐ | |
25 | μίας τὴν συμμετρίαν εἰπεῖν· καὶ γὰρ πολλὰ καὶ ἐλά‐ χιστα ἐροῦμεν ἀκολουθοῦντες τῇ ὕλῃ. ἀλλ’ οὐδὲ τῆς | |
σαφηνείας ἀεὶ φροντιοῦμεν, ἀλλὰ σαφῶς μὲν ἐροῦμεν | 177 | |
14.178 | ὑπὲρ ἡμῶν, ἀσαφῶς δὲ τὰ καθ’ ἡμῶν· ὥσπερ καὶ Δη‐ μοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου οὐκ ἔχων λῦσαι τοὺς καθ’ ἑαυτοῦ νόμους, οἷς Αἰσχίνης ἐχρήσατο κατ’ αὐτοῦ, καταπέφευγεν ἐπὶ τὸ ἀσαφὲς οὑτωσὶ λέγων «τῶν | |
5 | μὲν οὖν νόμων, οὓς οὗτος ἄνω καὶ κάτω κυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε ὑμᾶς μὰ τοὺς θεοὺς οἶμαι μανθάνειν οὔτε αὐτὸς ἐδυνάμην συνεῖναι τὰ πολλά». ἀλλ’ οὐδὲ ταῖς λέξεσι πανταχοῦ χρησόμεθα κυ‐ ρίως, ἀλλ’ ἔστιν ὅτε καὶ τροπικῶς ὡς ὁ Δημοσθένης | |
10 | ‘μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιπποσ‘. Δεῖ δὲ καὶ μνήμης τῷ ῥήτορι προσεῖναι καὶ φύσεως καὶ ἐπιμελείας. καὶ ὅτι ἐπιμέλεια τὸ πᾶν δύναται κατορ‐ θοῦν, μάρτυς Δημοσθένης, ἐν οἷς μὲν ἐγυμνάσατο, πά‐ νυ εὐδοκιμῶν—τῷ συμβουλευτικῷ φημι καὶ δικανι‐ | |
15 | κῷ—, ἐν δὲ τῷ πανηγυρικῷ τοῦ ἀκριβοῦς ἀστοχῶν διὰ τὸ ἀμελέτητον, ὡς ὁ Ἐπιτάφιος αὐτοῦ δείκνυσι. καίτοι εἰ καὶ τὸ συμβουλευτικὸν προτροπῇ καὶ ἀποτροπῇ τὸ κράτος ἔχει καὶ τὸ δικανικὸν κατηγορίᾳ καὶ ἀπολογίᾳ, ἃ διὰ τῶν ἐγκωμιαστικῶν τόπων πρόεισι, πολὺς δὲ τὸ | |
20 | συμβουλευτικὸν καὶ δικανικὸν ὁ Δημοσθένης καὶ πάν‐ τως διὰ πολλῆς ἥκων πείρας, δι’ ὧν ταῦτα κατασκευά‐ ζεται, ἀλλ’ ὅμως διὰ τὸ ἀμελέτητον, ὡς φθάνομεν εἰ‐ | |
πόντες, ὡς μὲν ὕλῃ ἐμπίπτοντι τῷ πανηγυρικῷ ἐπίστα‐ | 178 | |
14.179 | ται χρῆσθαι καλῶς, αὐτὸ δὲ καθ’ αὑτὸ μετιέναι ἀδυ‐ νατεῖ διὰ τὸ ἀγύμναστον. Ἰστέον δέ, ὡς οὐ περὶ πάσης ἐνταῦθα ῥητορικῆς Ἑρμογένης διαλέγεται· οὔτε γὰρ περὶ προοιμίων δια‐ | |
5 | λαμβάνει—ὡς ἔστιν ἐξ αὐτοῦ τὴν μαρτυρίαν λαβεῖν φά‐ σκοντος «ἀκριβέστερον δὲ ἐν τῷ περὶ προοιμίου λελέ‐ ξεται» —οὔτε περὶ διηγήσεων οὐδὲ ἀγώνων ἢ ἐπιλόγων· καὶ γὰρ οὐδὲ ἐν τοῖς ἐπιλόγοις πολύς τις φαίνεται γεγο‐ νὼς πρὸς ἀκρίβειαν. ἀλλ’ οὐδ’ ὅτι γένος μὲν ἡ ῥητορική, | |
10 | διδάσκει, εἴδη δὲ τὸ δικανικόν, τὸ συμβουλευτικόν, τὸ πανηγυρικόν· οὐδὲ ὅτι ὡς ὅλον μὲν τὸ πρόβλημα, μέρη δὲ αὐτοῦ προοίμιον, διήγησις καὶ τὰ λοιπά· οὐδὲ πάλιν, ὅτι ὅλον μὲν τὸ δικανικόν, μέρη δὲ αὐτοῦ κατηγορία καὶ ἀπολογία, καὶ τοῦ συμβουλευτικοῦ μὲν προτροπὴ καὶ | |
15 | ἀποτροπή, τοῦ δὲ πανηγυρικοῦ ἐγκώμιον καὶ ψόγος, ἀλλὰ μόνον «περὶ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέ‐ σεως» διαλαμβάνει ἐνταῦθα. Δεῖ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι κεφάλαιον καὶ ἕτερον εὕρεσις, περὶ ὧν κατὰ τὸν οἰκεῖον τόπον ἐροῦμεν. | |
20 | Ὅτι πᾶσα τέχνη ἢ κατὰ τὸ ἀναγκαῖον εἰλεῖται τοῦ βίου καὶ συμφέρον, ὡς οἰκοδομητικὴ καὶ χαλκευτική, ἢ κατὰ τὸ τέρψιν ποιοῦν, ὡς ζωγραφία, ἢ καὶ κατ’ ἄμφω, ὡς μουσική. ταῦτα δὲ πάντα ῥητορικὴ περιειληφυῖα εἰκότως ἂν προσαγορευθείη τέχνη. | |
25 | Ὡς δὲ καὶ πολλάκις ἤδη εἴρηται, τρεῖς εἰσι ῥητορικαί, ὥσπερ καὶ τρεῖς φιλοσοφίαι, 〈αἳ〉 καὶ ἀντιστρέφουσιν ἀλλήλαις. ἀντιστρέφει γὰρ ἡ πρώτη ῥητορικὴ τῇ πρώτῃ | |
φιλοσοφίᾳ, καθὸ 〈τὸ〉 πάντως ἀγαθὸν καὶ ἀληθὲς καὶ | 179 | |
14.180 | αὐτὴ ὥσπερ καὶ φιλοσοφία μεταχειρίζεται· ἣν δὴ καὶ μετῆλθον Σόλων τε καὶ οἱ κατ’ αὐτόν. ἡ δευτέρα δὲ τῇ δευτέρᾳ φιλοσοφίᾳ, ἣ καλεῖται διαλεκτική, ἥτις εἰ‐ λεῖται περὶ τὰ ἔνδοξα καὶ οὐ πάντῃ ἀληθῆ· ταύτην δέ, | |
5 | τὴν δευτέραν φημὶ ῥητορικήν, οἱ περὶ τὸν Δημοσθένην μετεχειρίσαντο. ἡ δὲ τρίτη τῇ τρίτῃ φιλοσοφίᾳ τῇ καὶ ἐριστικῇ καλουμένῃ, ἃς οὐδὲ τέχνας εὔλογον προσαγο‐ ρεύειν διὰ τὸ τὴν ἐριστικὴν περὶ μόνην χλεύην ἀποκλί‐ νειν καὶ μειρακιώδη, τὴν δὲ τρίτην ῥητορικὴν περὶ γε‐ | |
10 | λοιώδη τινὰ τῶν μειρακίων τὸν κρότον ἀνεγείρουσαν καὶ κολακείαν ὑπάρχουσαν ἀναιδῆ, ἣν καὶ μετεχειρίσαντο ἐν μὲν χαρακτῆρι καὶ ἐνθυμήμασιν ἡμαρτημένοις οἱ περὶ Θρασύμαχον καὶ Γοργίαν, πολλῷ μὲν τῷ παρίσῳ χρησά‐ μενοι καὶ τὴν εὐκαιρίαν ἠγνοηκότες τούτου τοῦ σχή‐ | |
15 | ματος, ἐν δὲ διανοίᾳ καὶ τρόπῳ λέξεως ἄλλοι τε πολλοὶ καὶ δὴ καὶ Γοργίας αὐτὸς κουφότατος ὤν, ὡς καὶ τὴν ἀπαγγελίαν ταύτην ἐν τῷ Ἐπιταφίῳ αὐτοῦ οὐκ ἰσχύων γῦπας εἰπεῖν ζῶντας εἴρηκε τάφους· διανοίᾳ δὲ ὑπεκ‐ πίπτει τοῦ δέοντος, ὡς καὶ Ἰσοκράτης μαρτυρεῖ οὕτως | |
20 | φάσκων «τίς γὰρ ἂν ὑπερβάλοιτο Γοργίαν τολμήσαντα λέγειν, ὡς οὐδὲν τῶν ὄντων ἔστι;» μέμνηται καὶ Δη‐ μοσθένης τοιούτων τινῶν καθ’ ἑαυτὸν ἀκράτως ἐσχη‐ κότων τὸ κολακευτικὸν καὶ θεραπευτικόν, ἐν οἷς φησιν | |
«ἐξ οὗ δὲ ἡμῖν οἱ διερωτῶντες οὗτοι πεφήνασι ῥήτορες»· | 180 | |
14.181 | οὐδὲν γὰρ ἄλλο τὸ ‘διερωτῶντεσ‘ δύναται δηλοῦν οἶμαι ἢ τοῦτο, τουτέστιν ἐρωτῶντες διὰ παντός. καίτοι οὐδὲν ἄτοπον καὶ ἐρωτῆσαί ποτε καὶ θεραπεῦσαι μετὰ τοῦ πρέποντος· ἐπεὶ καὶ Δημοσθένης ἐρωτᾷ πολλάκις, ἐρω‐ | |
5 | τήσεως ἐγνωκὼς τὸν καιρόν, τὸ δὲ διὰ παντὸς ἐρωτᾶν μόνου τοῦ κόλακος. Ὅτι οὐχὶ τούτου τοῦ Ἑρμογένους ἐστὶν ἡ παροῦσα ῥητορική, οὗ Φιλόστρατος ἐν τῇ [περὶ] τῶν σοφιστῶν μνημονεύει ἱστορίᾳ, ἀλλ’ ἑτέρου. | |
10 | Καὶ ὅτι λεληθότως διὰ τοῦ προσάψαι αὐτὸν τῷ προ‐ οιμίῳ τοῦ παρόντος βιβλίου τὸν τῆς τέχνης ὅρον τέχνην ἀπέδειξε 〈τὴν〉 ῥητορικήν. καὶ ὅτι καὶ ὡρίσατο τὴν ῥητορι‐ κήν, εἰ καὶ λέληθε τοὺς πολλούς—οὐ γὰρ παραδεκτέον τὴν Πορφυρίου ἀπολογίαν ὑπὲρ Μινουκιανοῦ καὶ περὶ | |
15 | Ἑρμογένους—· λέγει γὰρ τὸν ὅρον τῆς ῥητορικῆς, τῆς διαιρέσεως τῶν δέκα καὶ τριῶν στάσεων ἀρχόμενος· τὸ γὰρ ‘ἀμφισβήτησις λογική‘ καὶ τὰ ἑξῆς οὐδὲν ἄλλο ἢ ὅρος τῆς ῥητορικῆς ἐστι τέχνης· καὶ γὰρ τὰ τρία περι‐ λαμβάνει εἴδη τῆς ῥητορικῆς ὁ ὅρος οὗτος, τὸ μὲν δικα‐ | |
20 | νικὸν διὰ τοῦ δικαίου, τὸ δὲ συμβουλευτικὸν διὰ τοῦ συμφέροντος, τὸ πανηγυρικὸν δὲ διὰ τοῦ καλοῦ· κἂν γὰρ μὴ στάσιν ἐπιδέχηται τὸ πανηγυρικόν, ἀλλ’ οὖν ζήτησιν ἐπιδέχεται, πότερον καλὸς ὁ ἔπαινος ἢ φαῦλος. ἔπειτα βούλεται καὶ ὁ ὅρος τῆς ῥητορικῆς περὶ τὰ πο‐ | |
25 | λιτικὰ ζητήματα εἰλεῖσθαι· πολιτικὸν δὲ ζήτημα οὐ μό‐ | 181 |
14.182 | νον τὸ δίκαιον καὶ 〈τὸ〉 συμφέρον ἀλλὰ καὶ τὸ καλόν· τὸ γὰρ πρέπον καὶ 〈τὸ〉 ἔνδοξον, ἃ δὴ καὶ κεφάλαια πραγματικῆς, ὅτι μέρη τοῦ καλοῦ, ἀρκοῦσιν οἱ τεχνικοὶ διεξιόντες 〈ἐν〉 τῇ διαιρέσει τῆς πραγματικῆς. τινὲς | |
5 | μέντοι μὴ νοήσαντες τὸν αὐτὸν ὅρον τοῦ πολιτικοῦ ζη‐ τήματος ἐπὶ τῶν κεφαλαίων τῆς πραγματικῆς λαμβά‐ νουσι τὸν λόγον, ἐπειδὴ ταῦτα εὑρίσκεται 〈καὶ〉 ἐν τῇ πραγματικῇ τὰ κεφάλαια, οἷον τὸ δίκαιον καὶ τὸ συμ‐ φέρον καὶ τὸ καλόν. τοῦτο δὲ εὔηθες, καὶ καλῶς τού‐ | |
10 | τοις ἀντέθηκεν ὁ σοφιστὴς Ἀθανάσιος, ὡς οὐ μόνον περὶ τῆς πραγματικῆς πρόκειται τῷ τεχνογράφῳ νῦν εἰπεῖν ἀλλὰ καὶ περὶ πασῶν τῶν δεκατριῶν στάσεων. οὕτως δὲ ἔχοντος τούτου πῶς οὐκ ἀτοπώτατον ἦν τὸν περὶ πασῶν ἐπαγγειλάμενον ἐκ μιᾶς στάσεως, τῆς πρα‐ | |
15 | γματικῆς φημι, τὴν πᾶσαν τεχνολογίαν ποιήσασθαι; δῆ‐ λον τοίνυν, ὅτι ‘καλόν‘ εἰρηκὼς τὸ πανηγυρικὸν δηλοῖ, ὥσπερ διὰ τῶν λοιπῶν τὰ λοιπά. ὅθεν δὲ ἡ πλάνη τοῦ ὅτι περὶ τῆς πραγματικῆς ἐνταῦθα λέγει, ἐκεῖσε 〈γενόμενοι〉 θεοῦ συνεργείᾳ λέξομεν. ἀγνοεῖν δὲ ἡμᾶς μηδεὶς οἰη‐ | |
20 | θείη, ὅτι ἡ πραγματικὴ τοῦ συμβουλευτικοῦ ὑπάρχουσα εἴδους, ὅτε στάσιν ἐπιδέχεται, διὰ τοῦ πανηγυρικοῦ πολ‐ λάκις τὴν πᾶσαν χορηγίαν λαμβάνει καὶ τοῦτο μόνη καθ’ ἑαυτὴν χωρὶς τῶν ἄλλων ἀπείληφε στάσεων, ὡς ἐπὶ τῆς δοκιμασίας Ἀλκιβιάδου, εἰ ἄξιός ἐστι δᾳδουχεῖν | |
25 | ἢ μή. Ἀλλὰ ταῦτα πρὸς τὸ δεῖξαι, ὅτι περιέχεται τοῖς δύο εἴδεσι τὸ πανηγυρικὸν καὶ ὅτι ὅρον ἀποδέδωκεν | |
Ἑρμογένης ἐν προοιμίοις τῆς πάσης ῥητορικῆς. | 182 | |
14.183 | Ὅτι, ὡς καὶ πρῴην φθάνομεν εἰπόντες, οὐ χρὴ κολα‐ κείαν τὴν ῥητορικὴν ὀνομάζειν ἢ οἴεσθαι, καὶ εἴ τινες ῥήτορες ἔδοξαν κολακευτικὴν μετιέναι· οὐδὲ γὰρ προσ‐ ῆκεν ἀπὸ τῆς τῶν μετιόντων κακίας τὰς τέχνας ἀπο‐ | |
5 | φαυλίζειν οὔτε ἀπὸ τῶν ἡττόνων καὶ φαύλων τὴν δια‐ βολὴν ἐξυφαίνειν ἀφέντας τὴν ἀπὸ τῶν κρειττόνων καὶ μειζόνων εὐφημίαν· ἐπεὶ τούτῳ τῷ λόγῳ μέλλοιμεν καὶ αὐτοῦ τοῦ θεοῦ κατηγορεῖν ἀπὸ τῶν σκηπτῶν καὶ κε‐ | |
ραυνῶν καὶ ὧν ἥλιος καὶ σελήνη βλάπτουσι. | 183 |